Τετάρτη 11 Νοεμβρίου 2009

ΕΛΛΑΣ ΤΟ ΜΕΓΑΛΕΙΟ ΣΟΥ.

300 TOY ΛΕΩΝΙΔΑ ΘΕΡΜΟΠΥΛΕΣ.

Ὦ ξεῖν’, ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι.
Παιάνας εις στον Απόλλωνα

έργο του.. Αριστόνοου

με θέμα.. ύμνος
και σε κατάσταση.. Ελάχιστα αποσπάσματα
χρονολογία .. 3 αι πχ


Πυθίαν ἱερόκτιτον
ναίων Δελφίδ᾽ ἀμφὶ πέτραν
ἀεὶ θεσπιόμαντιν ἕ-
δραν, ἰὴ ἰὲ Παιάν,
Ἄπολλον, Κοίου τε κόρας
Λατοῦς σεμνὸν ἄγαλμα καὶ
Ζηνὸς ὑψίστου μακάρων
βουλαῖς, ὢ ἰὲ Παιάν.
Ἔνθ᾽ ἀπὸ τριπόδων θεο-
κτήτων, χλωρότομον δάφναν
σείων, μαντοσύναν ἐποι-
χνεῖς, ἰὴ ἰὲ Παιάν,
φρικώεντος ἐξ ἀδύτου
μελλόντων θέμιν εὐσεβῆ
χρησμοῖς εὐφθόγγου τε λύρας
αὐδαῖς, ὢ ἰὲ Παιάν.
Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν
βουλαῖς Ζηνὸς ὑπειρόχου,
ἐπεὶ Παλλὰς ἔπεμψε Πυ-
θῶδ᾽, ἰὴ ἰὲ Παιάν,
πείσας Γαῖαν ἀνθοτρόφον
Θέμιν τ᾽ εὐπλόκαμον θεὰν
αἰὲν εὐλιβάνους ἕδρας
ἔχεις, ὢ ἰὲ Παιάν.
Ὅθεν Τριτογενῆ προναί-
αν ἐμ μαντείοις ἁγίοις
σέβων ἀθανάτοις ἀμοι-
βαῖς, ἰὴ ἰὲ Παιάν,
χάριν παλαιᾶν χαρίτων
τᾶν τότ᾽ ἀϊδίους ἔχων
μνήμας, ὑψίστ_α_ις ἐφέπεις
τιμαῖς, ὢ ἰὲ Παιάν.
Δωροῦνται δέ σ᾽ ἀθάνατοι,
Ποσειδῶν ἁγνοῖς δαπέδοις,
Νύμφαι Κωρυκίοισιν ἄν-
τροις, ἰὴ ἰὲ Παιάν,
τριετέσιν φαναῖς Βρόμιος,
σεμνὰ δ᾽ Ἄρτεμις εὐπόνοις
κυνῶν ἐμ φυλακαῖς ἔχει
τόπους, ὢν ἰὲ Παιάν.
Ἀλλ᾽ ὦ Παρνασσοῦ γυάλων
εὐδρόσοισι Κασταλίας
νασμοῖς σὸν δέμας ἐξαβρύ-
νων, ἰὴ ἰὲ Παιάν,
χαρεὶς ὕμνοις ἡμετέροις,
ὄλβον ἐξ ὁσίων διδοὺς
ἀεὶ καὶ σῴζων ἐφέποις
ἡμᾶς, ὢ ἰὲ Παιάν.
ΠΑΙΑΝΑΣ ΣΑΛΑΜΙΝΟΜΑΧΩΝ - ΑΙΣΧΥΛΟΥ ΠΕΡΣΕΣ
Ω ΠΑΙΔΕΣ ΕΛΛΗΝΩΝ ΙΤΕ .
ΕΛΕΥΘΕΡΟΥΤΕ ΠΑΤΡΙΔ'
ΕΛΕΥΘΕΡΟΥΤΕ ΔΕ ΠΑΙΔΑΣ , ΓΥΝΑΙΚΑΣ ,
ΘΕΩΝ ΤΕ ΠΑΤΡΩΩΝ ΕΔΗ ,
ΘΗΚΑΣ ΤΕ ΠΡΟΓΟΝΩΝ .
ΝΥΝ ΥΠΕΡ ΠΑΝΤΩΝ ΑΓΩΝ .

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου